Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.190 Joseph. AJ 5.195 (English) >>Joseph. AJ 5.200

5.193καὶ μὲν πρὸς τὴν χαρὰν τὴν τοῦ ὀνείρατος ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου, πλήξας δʼ αὐτὸν Ἰούδης εἰς τὴν καρδίαν καὶ τὸ ξιφίδιον ἐγκαταλιπὼν ἔξεισι προσκλίνας τὴν θύραν. οἵ τε θεράποντες ἠρέμουν εἰς ὕπνον τετράφθαι νομίζοντες τὸν βασιλέα. 5.194

δʼ Ἰούδης τοῖς Ἱεριχουντίοις ἀποσημαίνων κρυπτῶς παρεκάλει τῆς ἐλευθερίας ἀντιλαμβάνεσθαι. οἱ δʼ ἀσμένως ἀκούσαντες αὐτοί τε εἰς τὰ ὅπλα ᾔεσαν καὶ διέπεμπον εἰς τὴν χώραν τοὺς ἀποσημαίνοντας κέρασιν οἰῶν· τούτοις γὰρ συγκαλεῖν τὸ πλῆθος πάτριον. 5.195οἱ δὲ περὶ τὸν Ἐγλῶνα πολὺν μὲν χρόνον ἠγνόουν τὸ συμβεβηκὸς αὐτῷ πάθος, ἐπεὶ δὲ πρὸς ἑσπέραν ἦν, δείσαντες μή τι νεώτερον εἴη περὶ αὐτὸν γεγονός, εἰσῆλθον εἰς τὸ δωμάτιον καὶ νεκρὸν εὑρόντες ἐν ἀμηχανίᾳ καθειστήκεσαν, καὶ πρὶν τὴν φρουρὰν συστραφῆναι τὸ τῶν Ἰσραηλιτῶν αὐτοῖς ἐπέρχεται πλῆθος. 5.196καὶ οἱ μὲν παραχρῆμα ἀναιροῦνται, οἱ δʼ εἰς φυγὴν τρέπονται ὡς ἐπὶ τὴν Μωαβῖτιν σωθησόμενοι, ἦσαν δὲ ὑπὲρ μυρίους. καὶ Ἰσραηλῖται προκατειληφότες τοῦ Ἰορδάνου τὴν διάβασιν διώκοντες ἔκτεινον καὶ κατὰ τὴν διάβασιν πολλοὺς αὐτῶν ἀναιροῦσι, διέφυγέ τε οὐδεὶς τὰς χεῖρας αὐτῶν. 5.197καὶ οἱ μὲν Ἑβραῖοι τούτῳ τῷ τρόπῳ τῆς ὑπὸ τοῖς Μωαβίταις δουλείας ἀπηλλάγησαν, Ἰούδης δʼ ἐκ τῆς αἰτίας ταύτης τιμηθεὶς τῇ τοῦ πλήθους παντὸς ἡγεμονίᾳ τελευτᾷ τὴν ἀρχὴν ἔτεσιν ὀγδοήκοντα κατασχών, ἀνὴρ καὶ δίχα τῆς προειρημένης πράξεως ἐπαίνου δίκαιος τυγχάνειν. καὶ μετὰ τοῦτον Σαάγαρος Ἀνάθου παῖς αἱρεθεὶς ἄρχειν ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει κατέστρεψε τὸν βίον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.190 Joseph. AJ 5.195 (English) >>Joseph. AJ 5.200

Powered by PhiloLogic